26 Μαρτίου 2020 | Ανακοινώσεις | 759 προβολές
 Επίκαιρη ευχή για την πανδημία του κορωνοϊού συνέταξε ο Σεβ. Μητροπολίτης Εδέσσης, Πέλλης και Αλμωπίας κ. Ιωήλ.
ΕΥΧΗ ΔΙΑ ΤΟΝ ΚΟΡΩΝΟΪΟΝ
 
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀρχίατρος τῶν ψυχῶν καὶ τῶν σωμάτων, ὁ δι᾽ ἡμᾶς ἐνανθρωπήσας, ἵνα ἰάσῃς τὸ μέγα τραῦμα τὸν ἄνθρωπον, ὁ μὴ καταφρονήσας τοὺς ἀνιάτως νοσήσαντας δέκα λεπρούς, ἀλλὰ τῇ σωστικῇ χάριτί σου καθαρίσας αὐτούς, ὁ διελθὼν ὡς Θεάνθρωπος τὰς ἡμέρας τῆς ἐπὶ γῆς παρουσίας σου εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς ἀρρωστοῦντας καὶ κακῶς ἔχοντας, ὁ εὐεργετήσας καὶ
ἀποκαταστήσας ὑγιαίνοντας, παραλυτικούς, τυφλούς, βαρέως ἡμαρτηκότας, δαιμονιῶντας καὶ ἐμπαθεῖς κατ᾽ ἄμφω, ἤγουν ἐν τῇ σαρκὶ καὶ τῷ νοΐ, πρόσδεξαι εὐμενῶς τὴν δέησιν ἡμῶν καὶ φυγάδευσον τῇ δυνάμει σου, τὸν φονευτὴν ἰὸν τὸν σχῆμα κορώνας φέροντα, καὶ προκαλοῦντα φοβίας ἢ καὶ θάνατον εἰς ἀσθενεῖς καὶ ἀναξιοπαθοῦντας. Καὶ εἰ μὲν διὰ τὰς πολλὰς ἁμαρτίας ἡμῶν, ἐπέτρεψας τὸν πειρασμὸν τοῦτον, ἱκετεύομέν σε ὡς ἐλεήμονα, ἵνα ἄρῃς αὐτὸν ἀφ᾿ ἡμῶν καὶ ἀπὸ πάσης τῆς οἰκουμένης. Εἰ δὲ διὰ δοκιμασίαν τῆς πίστεως ᾠκονόμησας, τὴν ἐπικράτησιν αὐτοῦ, παῦσον τὸν τάραχον τῶν ἀσθενῶν ἀπὸ τῆς ἐπιδημίας αὐτοῦ. Εἰ δὲ ὑπὸ τῆς κακουργίας τοῦ ἀντικειμένου ἢ καὶ ἀμελείας τῶν ἐπιπολαίων ἀνθρώπων οὗτος διεδόθη, θραῦσον τὴν ἰσχὺν αὐτοῦ ὡς Θεὸς παντοδύναμος. Φύλαξον τὴν νεότητα, καὶ περιφρούρησον τοὺς ἀσθενήσαντας, καὶ τοὺς ἐν γήρατι ὄντας ἐκ τοῦ ἐπαράτου ἰοῦ θεράπευσον, καὶ πάντας ἀπάλλαξον ἐκ τῆς συνοχῆς τῆς καρδίας, καὶ ἀντὶ ταύτης δώρησαι ἡμῖν, ὑγιείαν ἄνεσιν καὶ πλατυσμόν, πρεσβείαις τῆς Κυρίας Θεοτόκου καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.

 

 

Εχή ες λοιμικήν νόσον
(το νεωστί ἐνσκήψαντος κορωνοϊο)

Δέσποτα παντοκράτορ, ὁ ἀντιλήπτωρ καί σωτήρ τοῦ κόσμου˙ ὁ ἰατρός καί βοηθός τῶν πασχόντων, λυτρωτής τε καί Σωτήρ τῶν νοσούντων˙ ὁ τάς σωματικάς καί ψυχικάς θλίψεις τῶν ἀνθρώπων θεραπεύων˙ ὁ νικητής τοῦ θανάτου˙ αἰτούµεθά Σου, ὁ Θεός ἡµῶν, καθάρισον καί ἀπάλλαξον ἡμᾶς ἀπό πάσης νόσου καί ἀπό παντός µολυσµοῦ σαρκός καί πνεύµατος. Κύριε, μή ἐγκαταλίπῃς ἡμᾶς. Τήν ἰατρικήν Σου δύναµιν οὐρανόθεν ἐξαπόστειλον. Πᾶσαν λανθάνουσαν ἀσθένειαν ἀποδίωξον. Βοήθησον ἡμῖν εἰς καιρόν λοιμοῦ, καί ρῦσαι ἡμᾶς ἀπό πάσης θλίψεως, κακῶν καί ὀδύνης. Παῦσον τήν ἐνεστῶσαν μάστιγα, ὑπομονήν δέ ἐν τῷ καιρῷ τούτῳ δός ἡμῖν, Κύριε. Ἀνάστησον ἡμᾶς. Γενοῦ ἰατρός πάντων ἡμῶν˙ ἐξέγειρον ἡμᾶς ἀπό κλίνης ὀδυνηρᾶς καί ἀπό στρωµνῆς κακώσεως. Πρόσδεξαι τάς ἱκεσίας τῶν ἰατρῶν, τῶν νοσηλευτῶν καί πάντων τῶν διακονούντων καί παρεχομένων τοῖς ἀσθενοῦσι φροντίδα, περίθαλψιν καί κουφισμόν ἐν τοῖς χώροις τῆς Ὑγείας. Ἐνίσχυσον αὐτούς διά τῆς φιλανθρωπίας Σου καί στερέωσον αὐτούς ἐν τῇ δυνάμει Σου. Ἀνάπαυσον ἐν τόπῳ ἀναψύξεως τούς ὑπό τῆς ἐπαράτου λοιμικῆς νόσου φθορᾷ ὑποκύψαντας κεκοιμημένους δούλους Σου καί ἀδελφούς ἡμῶν, ἀποκατάστησον δέ ἡμᾶς, τούς περιλειπομένους, ὑγιεῖς καί τεθεραπευμένους ἐν τῇ ἁγίᾳ Σου Ἐκκλησίᾳ, εἰς προσκύνησιν καί δόξαν τοῦ ἁγίου Σου ὀνόματος. Σόν γάρ ἐστι τό ἐλεεῖν καί σῴζειν ἡµᾶς, ὁ Θεός ἡµῶν, καί Σοί τήν δόξαν ἀναπέµποµεν, τῷ Πατρί, καί τῷ Υἱῷ, καί τῷ Ἁγίῳ Πνεύµατι, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δίκτυον τοῦ Οἰκουμενικοῦ Πατριαρχείου
διά την Ποιμαντικήν Διακονίαν εἰς τον Χώρον τῆς Ὑγείας